Εὐχή εἰς πανώλη

0
1529
Εκτύπωση Εκτύπωση
1 αστέρι2 αστέρια3 αστέρια4 αστέρια5 αστέρια (4 ψήφοι, μέσος όρος: 5.00 από 5)
Loading...

Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός ἡμῶν, ὁ ἐν ἐλέει ἀμέτρητος καί ἐν φιλανθρωπίᾳ ἀνείκαστος, ὁ διά τήν ἀθώωσιν τοῦ προπατορικοῦ ἁμαρτήματος, Θεός ὤν προαιώνιος καί ἀΐδιος ἐνανθρωπῆσαι καταδεξάμενος, καί μέχρι σταυροῦ καί ταφῆς ὑπήκοος τῷ οὐρανίῳ σου Πατρί διά τήν ἡμετέραν σωτηρίαν γενόμενος, ὁ καί ρήμασι πατρικοῖς προσκαλῶν τούς ἀπειθεῖς τοῦ νόμου σου καί παραβάτας τῶν ἐντολῶν σου, καί διαφόροις τρόποις τήν τῶν ἁμαρτωλῶν σωτηρίαν πανσόφως οἰκονομῶν, καί φιλανθρώπως προνοούμενος.

Σοί τοίνυν τῷ προνοητῇ καί κηδεμόνι τοῦ παντός, τῷ μή θέλοντι τῶν ἁμαρτωλῶν τήν ἀπώλειαν, ἀλλά τήν ἐπιστροφήν καί σωτηρίαν, προσπίπτοντες μετά κλαυθμοῦ καί συντετριμμένης καρδίας, δεόμεθά σου ἐκτενῶς, ὅπως ἐπαγάγῃς τό ἔλεός σου ἐφ᾿ ἡμᾶς, καί ἐλευθερώσῃς πάντας τούς ἐπικαλουμένους σε ἐν ὅλῃ καρδίᾳ τῶν ἐπικειμένων συμφορῶν καί ἀνιαρῶν περιστάσεων, πρό πάντων δέ καί ἐπί πάντων, ἀπαλλάξῃς ἡμᾶς, φιλάνθρωπε, τοῦ ἐνεστῶτος λοιμοῦ, καί τοῦ ἀώρου καί αἰφνιδίου θανάτου, ἐξ οὗ ἀνεπαισθήτως τιτρωσκόμενοι οἱ ἄνθρωποι, οὐ μόνον τῆς σωματικῆς ὑγείας, ἀλλά καί αὐτῆς τῆς ψυχικῆς σωτηρίας ὑστεροῦνται οἱ πανάθλιοι, διά τό μή ἔχειν αὐτούς ἐκ τῆς ὀξύτητος τοῦ πάθους, τόν προσήκοντα καί ἁρμόδιον καιρόν, τό ὀφειλόμενον ποιῆσαι, καί τά τῆς σωτηρίας εἰκότως οἰκονομήσασθαι.

Διά τοῦτο σοῦ δεόμεθα καί σέ παρακαλοῦμεν, Ἅγιε Ἁγίων, μή παρίδῃς ἡμᾶς, οὕς διά τοῦ παναγίου καί πολυτίμου σου Αἵματος ἐκ τῆς αἰχμαλωσίας τοῦ διαβόλου ἐξηγόρασας, καί τῆς αἰωνίου καταδίκης ἠλευθέρωσας, καί τῆς ἐπουρανίου δόξης κοινωνούς ἐποίησας, καί υἱούς Θεοῦ καί θεούς κατά χάριν ἀνέδειξας, ἀμετανοήτους ὑπό τοῦ λοιμοῦ διαφθείρεσθαι, καί τῇ γεέννῃ καταδικάζεσθαι· ἀλλ᾿ ἐπάκουσον τῆς οἰκτρᾶς καί κατωδύνου δεήσεως ἡμῶν, καί ἀπάλλαξον πάντας ἡμᾶς τῆς ἐνεστώσης πληγῆς, καί τῆς ἐπικειμένης θανατηφόρου ἀσθενείας ἐλευθέρωσον, ἀποσοβῶν ὁλοτελῶς διά τῆς θείας σου χάριτος τήν τε δύναμιν καί τόν μολυσμόν αὐτῆς, τῆς ὁμηγύρεως τῶν εὐσεβῶν καί τοῦ γένους τῶν ὀρθοδόξων. Οἴδαμεν, Κύριε, οἴδαμεν, ὅτι διά τάς πολλάς ἁμαρτίας, ἅς καθ᾿ ἑκάστην ἀσυνειδήτως πράττομεν, ἀπέστρεψας τό πρόσωπόν σου ἀφ᾿ ἡμῶν, καί ἐκάλυψεν ἡμᾶς σκιά θανάτου. Ἀλλά μή μνησθῇς τῶν ἀνομιῶν ἡμῶν διά τό ὄνομά σου τό ἅγιον, μηδέ ἀποδοκιμάσῃς ἡμᾶς ἐκ τῆς τάξεως τῶν ἐκλεκτῶν σου, καί καλύψῃ ἡμᾶς αἰσχύνη, ἐναντίον τῶν ἀθετούντων τήν θεότητά σου. Ἀλλ᾿ ἐπάκουσον δεομένους καί προσπίπτοντας μετά κατανύξεως καί συντετριμμένης καρδίας ἐνώπιόν σου. Ἔχεις, Δέσποτα, σπλάγχνα ἐλέους καί ἀειρύτους πηγάς χρηστότητος, ἐν οἷς ἐπιστηριζόμενοι ἐλπίζομεν ἀδιστάκτως, οὐ μόνον τήν τῶν ἁμαρτιῶν ἄφεσιν, ἀλλά καί πάντων τῶν ἐνεστωσῶν ποινῶν καί ἐπικειμένων βασάνων τήν ἀπολύτρωσιν· ἀναξίως, ναί, Κύριε, τῆς προσηγορίας τοῦ χριστιανισμοῦ ἐπορεύθημεν, παραβάντες ἀδεῶς τούς νόμους σου, καί ἀθεμίτοις ἔργοις καί ἐναγέσι πράξεσιν, ὅλον τόν πλοῦτον τῆς θείας σου χάριτος καταδαπανήσαντες, ὑλικῶς ἐξ αὐτοῦ ἐγυμνώθημεν, καί τῷ πονηρῷ πολίτῃ ἀνοήτως ἐδουλώθημεν, ἀλλ᾿ ἐπί σέ πάλιν τόν φιλόστοργον ἡμῶν Πατέρα μετανοημένοι ἐπιστρέφομεν, καί ὡς ὁ ἄσωτος υἱός μετά κλαυθμοῦ βοῶμεν· Ἡμάρτομεν, Πάτερ, ἐνώπιόν σου, καί οὐκ ἐσμέν ἄξιοι κληθῆναι υἱοί σου. Ἀλλά σύ, ὡς φιλόστοργος Πατήρ καί φιλανθρωπότατος Δεσπότης, ὁ μή θέλων τόν θάνατον τῶν ἁμαρτωλῶν, ἀλλά τήν μετάνοιαν καί σωτηρίαν, δέξαι εὐγνωμόνως τήν μετάνοιαν ἡμῶν, καί σπλαγχνισθείς ἡμᾶς κράτησον τήν ὁρμήν τῆς δικαίας σου ἀπειλῆς, παῦσον τήν θραῦσιν τῆς ἤδη ἐνεργουμένης σου ὀργῆς, καί λύτρωσαι πάντας ἡμᾶς ἐκ τῆς λοιμώδους ἀσθενείας, καί τοῦ ἐπικειμένου φοβεροῦ καί πικροτάτου θανάτου, ὅπως ἀπαλλαγέντες τῆς ἀφορήτου ταύτης ποινῆς, καί τῆς ἐπικειμένης ἀνεικάστου ἀσθενείας, ἐν εὐθυμίᾳ ψυχῆς καί εὐφροσύνῃ καρδίας, δοξάσωμεν σέ τόν ποιοῦντα ἐν ἡμῖν μεγάλα καί θαυμαστά, ἔνδοξά τε καί ἐξαίσια.

Σόν γάρ ἐστι τό ἐλεεῖν καί σώζειν ἡμᾶς, Χριστέ ὁ Θεός ἡμῶν, καί σοί τήν δόξαν ἀναπέμπομεν σύν τῷ ἀνάρχῳ σου Πατρί καί τῷ παναγίῳ σου καί ἀγαθῷ καί ζωοποιῷ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐκ τῆς Ἀκολουθίας Ἀθανασίου
καί Κυρίλλου Πατριαρχῶν Ἀλεξανδρείας

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ