Χαιρετισμοί του Αγίου Νεκταρίου

0
215
Εκτύπωση Εκτύπωση
1 αστέρι2 αστέρια3 αστέρια4 αστέρια5 αστέρια (3 ψήφοι, μέσος όρος: 5.00 από 5)
Loading...

Ἦχος πλ. δ’. Τή ὑπερμάχω.
Ὀρθοδοξίας τόν ἀστέρα τόν νεοφωτον, καί Ἐκκλησίας τό νεόδμητον προτείχισμα, ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνη δοξασθεῖς γάρ ἐνεργεία τή τοῦ Πνεύματος, ἀναβλύζει ἰαμάτων χάριν ἄφθονον, τοῖς κραυγάζουσι· Χαίροις, Πάτερ Νεκτάριε.

νθρωπος οὐρανόφρων, ἀνεδείχθης ἐν κόσμω, Νεκτάριε Χριστοῦ Ἱεράρχα (ἐκ γ’) (Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ, πρέσβευε ὑπέρ ἠμῶν) ζωήν γάρ ὁσίαν διελθῶν, ἀκέραιος, ὅσιος καί θεοληπτος, ἐν πάσιν ἐχρημάτισας ἐντεῦθεν παρ’ ἠμῶν ἀκούεις·
Χαῖρε, δί’ οὐ οἱ πιστοί ὑψοῦνται
χαῖρε, δί’ οὐ οἱ ἐχθροί θαμβοῦνται.
Χαῖρε, τῆς σοφίας κρατήρ ὁ χρυσοτευκτος
χαῖρε, τῆς κακίας πρηστήρ ὁ νεότευκτος.
Χαῖρε, οἶκος ἁγιώτατος ἐνεργείας θεϊκῆς
χαῖρε, βίβλος θεοτύπωτος πολιτείας τῆς καινῆς.
Χαῖρε, ὅτι ἀρτίως ἠμιλλήθης ἁγίοις
χαῖρε ὅτι ἐμφρόνως ἐχωρίσθης τῆς ὕλης.
Χαῖρε λαμπρόν της πίστεως τρόπαιον
χαῖρε, σεπτόν της χάριτος ὄργανον.
Χαῖρε, δί’ οὐ Ἐκκλησία χορεύει
χαῖρε, δί’ οὐ νῆσος Αἴγινα χαίρει.
Χαίροις, Πάτερ Νεκτάριε.

Βλέμματι διανοίας, ἔτι ὧν νεανίας, κατώπτευσας τήν θείαν ἀκτίνα, ὑφ’ ἤς καταλαμφθεῖς τήν ψυχήν, τῷ φωτί τῶν θείων ἐντολῶν ὅσιε, ἠρετίσω πορεύεσθαι, ἐκ νεότητος Χριστῷ ψάλλων·
Ἀλληλούια.

Γέγονας ἐν τή πόλει, Κωνσταντίνου θεοφρον, τῷ θείω ἰθυνόμενος φόβω ἐν ἡ τά κρείττονα μελετῶν, φρονήσεως θείας ἔμπλεως πέφηνας, εὐφραίνων ἐν τοῖς λόγους σου τούς ἐκβοώντας σοί τοιαῦτα·
Χαῖρε, τό κλῆμα τῆς ἀφθαρσίας
χαῖρε, τό νέκταρ τῆς ἀμβροσίας.
Χαῖρε, τοῦ Σωτῆρος θεράπον θεοληπτε
χαῖρε, τῶν πατέρων τῶν πάλαι ὁμότροπε.
Χαῖρε, πέτρα νεοσμίλευτος νοητῆς οἰκοδομῆς
χαῖρε, στέφος τό νεοπλοκόν Ἐκκλησίας τῆς σεπτῆς.
Χαῖρε, ὅτι ἐφάνης ὡς νεοδρεπτον ρόδον
χαῖρε, ὅτι ἐδείχθης ὡς θεοδεκτόν δῶρον.
Χαῖρε, ἀστήρ ὁ νέος της πίστεως
χαῖρε, λαμπτήρ τῆς δόξης τοῦ κτίσαντος.
Χαῖρε, ἠθῶν οὐρανίων ταμιεῖον
χαῖρε, σεπτῶν ἀρετῶν ἐκμαγεῖον.
Χαίροις, Πάτερ Νεκτάριε.

Δόξαν τήν τῆς σοφίας, ὁλοτρόπως ποθήσας, καί ταύτην ἐκ παιδός ἐκιτήσας, τόν Χριστόν ἱκέτευες τυχεῖν, τοῦ καλλίστου ἐφετοῦ θερμοῖς δάκρυσι, καί τυχῶν τῆς ἐφέσεως, Νεκτάριε πιστῶς ἐβόας·
Ἀλληλούια.

Εὔφρανας τήν ψυχήν σου, ὡς οἱ πάλαι πατέρες Βασίλειος σύν τῷ Γρηγορίω, παιδευμάτων τή κτήσει σαφῶς, ἐν Ἀθήναις μαθητεύσας Νεκτάριε διό τοῖς σοῖς χαρίσμασιν, ἠδόμενοι σοῖ ἐκβοῶμεν·
Χαῖρε, φωτός οὐρανίου τέκνον
χαῖρε, τερπνόν εὐσέβειας δένδρον.
Χαῖρε, τῆς τοῦ κόσμου ἀπάτης ὑπέρτερος
χαῖρε, τή μεθέξει τοῦ κρείττονος ἔνθεος.
Χαῖρε, νοῦς ὁ θεοφόρητος πλήρης θείων ἐννοιῶν
χαῖρε, ἄνθραξ θείου Πνεύματος πῦρ ἀνάπτων νοερόν.
Χαῖρε, ὅτι ἀμέμπτως τήν ζωήν διανύεις
χαῖρε, ὅτι τήν πλάνην τοῦ Βελίαρ ἐκλύεις.
Χαῖρε, Χριστοῦ δεχθεῖς τήν ἀγάπησιν
χαῖρε, καλῶν ἐνέγκας τήν ἄνθησιν.
Χαῖρε, πιστῶν νεοστήρικτον ἕρκος
χαῖρε, ἐχθρῶν καιριώτατον βέλος.
Χαίροις, Πάτερ Νεκτάριε.

Ζήλω θείω θεοφρον, τῶν ὁσίων πατέρων, ποθήσας τόν Ἰσάγγελον βίον ἐν Χίω ἠμφιάσω σεπτῶς, τῶν μοναχῶν τό σχῆμα τό οὐράνιον, καί τόν ἐχθρόν ἐγύμνωσας, ἐν τῷ ψάλλειν ἀεί Κυρίω·
Ἀλληλούια.

κουσε προσευχῆς σου, ὁ Δεσπότης ἐξ ὕψους, βοήσαντος αὐτῶ ἐκ καρδίας, καί ἐπέταξε τή θαλάσση καί ἔστη εἰς αὔραν ὁ κλύδων ὅσιε, θαυμάσαντες δέ ἅπαντες, οἱ σωθέντες πιστῶς ἐβόων·
Χαῖρε, Θεοῦ ὁ θεῖος θεράπων
χαῖρε, πηγή ποικίλων θαυμάτων.
Χαῖρε, Ἐκκλησίας φωστήρ ὁ νεοφωτός
χαῖρε τῶν ἁγίων ἁπάντων ἰσότιμος.
Χαῖρε, σκεῦος πολυτίμητον οὐρανίων δωρεῶν
χαῖρε, κῆπος ὁ νεοβλαστός μακαρίων ἀρετῶν.
Χαῖρε, ὅτι θαλάσσης κατευνάζεις τόν σάλον
χαῖρε, ὅτι τῷ λόγω ἀπελέγχεις πᾶν φαῦλον.
Χαῖρε Χριστοῦ τό νέον ἐκλόγιον
χαῖρε, ἠθῶν ὁσίων γεώργιον.
Χαῖρε, ζωῆς θιασώτης ὁσίας
χαῖρε, χαρᾶς βραβευτῆς οὐρανίας.
Χαίροις, Πάτερ Νεκτάριε.

Θαυμαστός ἀνεδείχθης ἐν ἐσχάταις ἡμέραις, ἐν βίω ἱεράρχα ἁγίω, τῶν πάλαι ἁγίων τήν ζωήν, χαρακτηρίσας ἐμφανῶς τοῖς τρόποις σου, καί δοξασθεῖς τοῖς θαύμασι, κινδύνων σώζεις τούς βοώντα·
Ἀλληλούια.

εράρχης θεοφρων, ἐκλογή θεοκρίτω ἐδείχθης ἀληθῶς ἐν Αἰγύπτω, καί τῆς Πενταπόλεως ποιμήν, κατά Παῦλον τόν μέγαν ὤφθης ἔνθεος διό τήν πολιτείαν σου, ἐθαύμαζον πιστοί βοῶντες·
Χαῖρε, ὁ ἔνθους τή πολιτεία
χαῖρε, ὁ τύπος τή εὐσεβεία.
Χαῖρε, τῶν ὁσίων πατέρων ἐφάμιλλος
χαῖρε, ἱερέων ὁ νέος διάκοσμος.
Χαῖρε, σκήνωμα πραότητος καί ἀγάπης θησαυρός
χαῖρε, ἱλαρότητος καί ἐλέους χορηγός.
Χαῖρε, ὅτι ἐφάνης Ἐκκλησίας λαμπρότης
χαῖρε, ὅτι τυγχάνεις εὐσεβούντων φαιδρότης.
Χαῖρε, εἰκών ἀρίστης βιώσεως
χαῖρε, τυχῶν σαφῶς τῆς θεώσεως.
Χαῖρε, κανών τῆς ἀρχιερωσύνης
χαῖρε, λαμπτήρ τῆς θεορρημοσύνης.
Χαίροις, Πάτερ Νεκτάριε.

Κόσμος τῆς ἐν Αἰγύπτω, Ἐκκλησίας ὠράθης, ὡς τοῦ εὐαγγελίου ἐργάτης ἐντεῦθεν τῶν πιστῶν οἱ χοροί, ὑφηγητήν σέ θεῖον Πάτερ κτησάμενοι, τά κρείττω ἐπαιδεύοντο, βοῶντες σύν σοῖ τῷ Κυρίω·
Ἀλληλούια.

Λάμψας ἐν τή Ἑλλάδι, ὡς Ἀπόστολος ἄλλος, λαμπρύνεις εὐσεβῶν τάς καρδίας, τῷ φέγγει τῶν θείων διδαχῶν, καί ταῖς ἀκτίσι τοῦ βίου σου ὅσιε διό τή σή λαμπρότητι, φωταγωγούμενοι βοῶμεν·
Χαῖρε, τό ἄστρον τῆς Ἐκκλησίας
χαῖρε ἡ σάλπιγξ τῆς ἀληθείας.
Χαῖρε, Ἀποστόλων τόν ζῆλον κτησάμενος
χαῖρε, ἰαμάτων τήν χάριν δεξάμενος.
Χαῖρε, ρήτωρ ἐνθεώτατος τῶν ρημάτων τῆς ζωῆς
χαῖρε, λόγου τοῦ τῆς χάριτος ὁ σοφός ὑφηγητής.
Χαῖρε, ὅτι καθαίρεις ψυχικᾶς διαθέσεις
χαῖρε, ὅτι ρυθμίζεις καρδιῶν τάς ἐφέσεις.
Χαῖρε, πιστῶν ὁ μέγας διδάσκαλος
χαῖρε, Χριστοῦ ὁ μύστης ὁ ἄριστος.
Χαῖρε, πολλούς πειρασμούς ὑπομείνας
χαῖρε, ψυχᾶς πρός Θεόν ὁδηγήσας.
Χαίροις, Πάτερ Νεκτάριε.

Μέγας ἐν ἱεράρχαις, καί σοφοῖς διδασκάλοις, ὡς μύστης ταπεινώσεως ὤφθης διόπερ ὡς κλῆρον πατρικόν, τάς σᾶς θεογράφους δέλτους κατέλιπες τή Ἐκκλησία ἅγιε, ἐν αἶς πιστῶς ἐντρυφῶντες, τῷ σέ δοξάσαντι βοῶμεν·
Ἀλληλούια.

Νέκταρ δικαιοσύνης, καί ζωῆς θείας δρόσον, τή θεία ἐπομβρία θεοφρον, οἴα νεφέλη πνευματική, ἐν αὐχμώδει καιρῶ ἠμίν ἐπωμβρήσας εὐφραίνων τάς ψυχᾶς ἠμῶν, καί διεγείρων τοῦ βοάν σοί·
Χαῖρε, ἡ δρόσος τῆς θυμηδίας
χαῖρε, ἡ αὔρα τῆς ἀφθαρσίας.
Χαῖρε, ὁ πηγάσας τό ὕδωρ τῆς χάριτος
χαῖρε, ὁ ἐμφράξας τό στόμα τοῦ δράκοντος.
Χαῖρε, ἔαρ ἁγιότητος ἐν χειμώνι νοητῶ
χαῖρε, σέλας νεοφώτιστον ἐν τῷ σκότει τῷ δεινῶ.
Χαῖρε, ὅτι συγχέεις ἀσεβῶν τάς ἐννοίας
χαῖρε, ὅτι εὐφραίνεις εὐσεβῶν τάς καρδίας.
Χαῖρε, λαῶν ὀρθοδόξων στήριγμα
χαῖρε, πολλῶν κακοδόξων σύντριμμα.
Χαῖρε, χορῶν κενολόγων ἡ πτῶσις
χαῖρε, πολλῶν ἀσθενούντων ἡ ρώσις.
Χαίροις, Πάτερ Νεκτάριε.

Ξένα θαύματα πάτερ, ἡ σή θήκη πηγάζει, καί σώζει τούς ἐν πόνοις τελοῦντας διό τή σή ἁγία Μονή πανταχόθεν συρρέουσιν ἄνθρωποι, καί λύτρωσιν, κομίζονται παρά σου βοῶντες·
Ἀλληλούια.

ρμον ἄκλυστον πάτερ, ἐν τή νήσω Αἰγίνης, ἀνέδειξας τήν θείαν Μονήν σου, καί ἐν ταύτη σεπτῶν μοναστριῶν κυβερνήτης σοφός ἐχρημάτισας Χριστῷ γάρ ταύτας ὅσιε, σοφῶς ὠδήγησας βοώσας·
Χαῖρε, ὁ νοῦς ἀσκήσεως θείας
χαῖρε, ἀδάμας τῆς καρτερίας.
Χαῖρε, ταπεινώσεως ἔμψυχον ἄγαλμα
χαῖρε, καθαρότητας θεῖον θησαύρισμα.
Χαῖρε, ἀπαθείας ἔσοπτρον καί ἁγνείας λαμπηδών
χαῖρε, ἐγκράτεια τέμενος καί ταμεῖον ἀρετῶν.
Χαῖρε, ὅτι διέπεις ἐν Θεῶ τήν Μονήν σου
χαῖρε, ὅτι παρέχεις πάσι τήν ἀρωγήν σου.
Χαῖρε, λαμπρός της Αἰγίνης ἔφορος
χαῖρε, πιστῶν ἀντιλήπτωρ ἕτοιμος.
Χαῖρε, πολλούς ἐκ κινδύνων ἁρπάσας
χαῖρε, ἐχθροῦ τήν ὀφρύν κατασπάσας.
Χαίροις, Πάτερ Νεκτάριε.

Πλήρης χάριτος θείας καί ὀσμῆς οὐρανίας, ἡ θήκη τῶν λειψάνων σου πέλει, ἐν οἶς οὐ μόνον ἡ σή Μονή, ἀλλά καί πάσα ἡ Αἴγινα γάνυται, καί πάντες ἁγιάζονται, τή τούτων χάριτι βοῶντες·
Ἀλληλούια.

Ρεῖθρα βλύζουσι θεία, τά σεπτά σου ὀστέα, πλούσια δωρεά οὐρανία, ἰαμάτων ἐσαεί πολλῶν, καί νοσημάτων τόν ρύπον ἐκπλύνουσι διό σου ἐκπληττόμενοι, ἤν εὖρες δόξαν ἐκβοῶμεν·
Χαῖρε, τό ρεῖθρον τῶν ἰαμάτων
χαῖρε ἡ λύσις τῶν νοσημάτων.
Χαῖρε, πανταχοῦ ὁ προφθάνων καλούμενος
χαῖρε, ὁ κατ’ ὄναρ καί ὕπαρ φαινόμενος.
Χαῖρε, βρύσις ἡ πολυρρυτος συμπαθείας πατρικῆς
χαῖρε βότρυς ὁ γλυκύτατος εὐφροσύνης ψυχικῆς.
Χαῖρε, ὅτι καρκίνου χαλεπόν παύεις πάθος
χαῖρε, ὅτι δαιμόνων καταλύεις τό θράσος.
Χαῖρε, σοφῶν ματαίων ἡ σύγχυσις
χαῖρε, πιστῶν ἡ ἄρρηκτος σύναψις.
Χαῖρε, δί’ οὐ ἱεράρχαι κοσμοῦνται
χαῖρε, δί’ οὐ μωρολόγοι τροποῦνται.
Χαίροις, Πάτερ Νεκτάριε.

Σκέπην σέ καί προστάτην, πᾶς πιστός ὀνομάζει, τυχῶν τῆς παρά σου βοηθείας τίς γάρ καλέσας σέ εὐλαβῶς, καί οὐκ ἔτυχε τῆς σῆς Πάτερ χάριτος; ἄπασι γάρ τάχιστα, τάς αἰτήσεις δίδως ἐν τῷ κράζειν·
Ἀλληλούια.

Τῶν πολλῶν σου θαυμάτων, εἰς τήν σύμπασαν κτίσιν, ἐξῆλθε θεοφόρε ὁ φθόγγος. Σύ γάρ τοῖς ἐγγύς καί τοῖς μακράν, τάχος ἐπιφαίνη βοηθῶν ἅγιε, καί σώζεις κινδυνεύοντας, καί προΐστασαι τῶν βοώντων·
Χαῖρε, ὁ μέγας ἐν θαυμασίοις
χαῖρε, ὁ ἔνδοξος ἐν ἁγίοις.
Χαῖρε, ὁ ἀρτίως κυρώσας τά προπάλαι
χαῖρε τῶν ἀρχαίων πατέρων ὁμόστεφε.
Χαῖρε, θρίαμβος τῆς πίστεως, ἔπαλξις τῶν εὐσεβῶν
χαῖρε ἔκφανσις τῆς χάριτος, ἔκπληξις τῶν ἀσεβῶν.
Χαῖρε, ὅτι ἐμφαίνεις ἀληθείας τήν δόξαν
χαῖρε, ὅτι ἐμφράττεις ἀνομίας τό στόμα.
Χαῖρε, χαρά πιστῶν καί κραταίωμα
χαῖρε, ψυχῶν κλονουμένων ἔδρασμα.
Χαῖρε, δί’ οὐ ὁ Χριστός ἐδοξάσθη
χαῖρε, δί’ οὐ ὁ Σατᾶν κατησχύνθη.
Χαίροις, Πάτερ Νεκτάριε.

μνον εὐχαριστίας, σοί προσάδομεν Πάτερ, σωζόμενοι ταῖς σαῖς προστασίαις ἐν πάση γάρ ἀνάγκη ἠμᾶς, ἐπερχομένων ἁπαλλάττεις θλίψεων διό τήν σήν ἀντίληψιν, κηρύττομεν Χριστῷ βοῶντες·
Ἀλληλούια.

Φλέγεις τήν τῶν δαιμόνων, φρυγανώδη μανίαν, πυρί τῶν ἱερῶν σου θαυμάτων, καί ταχύ βοηθῶν τοῖς πιστοῖς, χαλεπῶν νόσων σβεννύεις τόν καύσωνα, ἰώμενος τούς πάσχοντας, βοώντας σοί ἐν κατανύξει·
Χαῖρε, ἡ ρώσις τῶν ἀσθενούντων
χαῖρε ἡ λύσις τῶν δαιμονώντων.
Χαῖρε, πυρεσσόντων τελεία ἁπάλλαξις
χαῖρε παρειμένων ταχεία ἀνόρθωσις.
Χαῖρε, ὅτι ἐν τῷ φρέατι ὕδωρ βρύεις δαψιλές
χαῖρε, ὅτι ἐπευλόγησας Αἴγιναν ταῖς σαῖς εὐχαῖς.
Χαῖρε, ὁ διανοίξας τήν Θεοῦ εὐσπλαχνίαν
χαῖρε, ὁ διαλύσας τήν δεινήν ἀνομβρίαν.
Χαῖρε, πηγή πηγάζουσα χάριτας
χαῖρε, λαμπάς φωτίζουσα ἅπαντας.
Χαῖρε, Μονῆς τῆς σεπτῆς σου κοσμῆτορ
χαῖρε, τῶν σῶν ὑμνητῶν ἀντιλῆπτορ.
Χαίροις, Πάτερ Νεκτάριε.

Χάρις τοῦ Παρακλήτου, δαψιλῶς ἐξεχύθη, τή θήκη τῶν σεπτῶν σου λειψάνων ὅθεν ὡς ἀείρρυτος πηγή, ἀναβλύζει ἀπαύστως τά ἰάματα, καί ἀρδεύει Νεκτάριε, θείοις νάμασι τούς βοώντας·
Ἀλληλούια.

Ψάλλων παναρμονίως, τόν τρισάγιον ὕμνον, Θεῶ σύν τοῖς χοροῖς τῶν ἀγγέλων, ἐπιβλεψον ἄνωθεν ἠμίν, καί δίδου πανάγιε τά αἰτήματα, τοῖς πίστει σοί προστρέχουσι, καί οὐ παύουσι τοῦ βοάν σοί·
Χαῖρε, ὁ γόνος τῆς Σηλυβρίας
χαῖρε, τό κλέος τῆς Ἐκκλησίας.
Χαῖρε, τῆς Αἰγίνης τό μέγιστον καύχημα
χαῖρε, τῆς Ἑλλάδος ἁπάσης ὡράισμα.
Χαῖρε, τύπος καί ὑπόδειγμα τῶν σεπτῶν ἱεραρχῶν
χαῖρε, σκέπη διασῶσμα εὐλαβῶν μοναζουσῶν.
Χαῖρε, τῆς Ἐκκλησίας ἑωσφόρος ὁ νέος
χαῖρε, τῆς εὐσέβειας θεοδώρητον σθένος.
Χαῖρε, δί’ οὐ παθῶν καθαρθήσομαι
χαῖρε, δί’ οὐ Θεῶ προσαχθήσομαι.
Χαῖρε, πιστῶν ὁ προστάτης ἐν πάσι
χαῖρε καμού πρεσβευτής πρός Πλάστην.
Χαίροις, Πάτερ Νεκτάριε.

θεσπέσιε Πάτερ, ὀρθοδόξων λαμπρότης, Νεκτάριε Χριστοῦ Ἱεράρχα (ἐκ γ’) ( Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ, πρέσβευε ὑπέρ ἠμῶν) τῷ θρόνω τοῦ Κυρίου παρεστῶς, αἴτει ἠμίν τῶν πταισμάτων ἄφεσιν καί τήν θείαν οἰκείωσιν, ὡς ἄν τῷ Σωτήρι βοῶμεν·
Ἀλληλούια.

Ἦχος πλ. δ’. Τή ὑπερμάχω.
Ὀρθοδοξίας τόν ἀστέρα τόν νεοφωτον, καί Ἐκκλησίας τό νεόδμητον προτείχισμα, ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνη δοξασθεῖς γάρ ἐνεργεία τή τοῦ Πνεύματος, ἀναβλύζει ἰαμάτων χάριν ἄφθονον, τοῖς κραυγάζουσι· Χαίροις, Πάτερ Νεκτάριε.

ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ