Ομιλία Β΄ εις τον Σταυρόν

    0
    45
    Εκτύπωση Εκτύπωση
    1 αστέρι2 αστέρια3 αστέρια4 αστέρια5 αστέρια (καμία αξιολόγηση προς το παρόν)
    Loading...

    Ἑορτήν ἄγομεν σήμερον καί πανήγυριν, ἀγαπητοί. Ὁ γαρ Δεσπότης ὁ ἡμέτερος ἐπί τοῦ σταυροῦ τυγχάνει τοῖς ἥλοις πεπαρμένος. Καί μή ξενισθῆς, εἰ τοῦ πράγματος σκυθρωποῦ τυγχάνοντος ἡμεῖς ἑορτάζομεν. Τοιαῦτα γάρ ἅπαντα τά πνευματικά, ἀπεναντίας τῆ συνηθεία τῆ ἀνθρωπίνη ἐστί. Καί ἴνα μάθης τοῦτο ἀκριβῶς, ὁ σταυρός πρότερον καταδίκης ὅνομα καί τιμωρίας ἦν, νῦν δέ πρᾶγμα γέγονε τίμιον καί ποθεινόν. Ὁ σταυρός πρότερον αἰσχύνης ἦν και κολάσεως ὑπόθεσις, νῦν δέ γέγονε δόξης και τιμῆς ἀφορμή. Καί ὅτι δόξα ὁ σταυρός, ἄκουσον τοῦ Χριστοῦ λέγοντος. Πάτερ, δόξασόν με τῆ δόξη ἧ εἶχον πρό τοῡ τόν κόσμον εἶναι παρά σοί, δόξαν τόν σταυρόν καλῶν. Σταυρός τό κεφάλαιον τῆς σωτηρίας τῆς ἡμετέρας. Σταυρός ἡ τῶν μυρίων ἀγαθῶν ὑπόθεσις. Διά τοῦτον οἱ πρότερον ἡτιμωμένοι καί ἔκπτωτοι, νῦν εἰς τήν τῶν υἱῶν τάξιν ἐδέχθημεν. Διά τοῦτον οὐκέτι πλανώμεθα, ἀλλά τήν ἀλήθειαν ἐπέγνωμεν. Διά τοῦτο οἱ ξύλα καί λίθους προσκυνοῦντες πρότερον, νῦν ἐπέγνωμεν τόν τῶν ἁπάντων δημιουργόν. Διά τοῦτον οἰ δοῦλοι τῆς ἁμαρτίας εἰς τήν ἐλευθερίαν τῆς δικαιοσύνης ἀνήχθημεν. Διά τοῦτο ἡ γῆ οὐρανός λοιπόν γέγονεν.

    Οὖτος ἡμᾶς τῆς πλάνης ἡλευθέρωσεν, οὖτος πρός τήν ἀλήθειαν ἐχειραγώγησεν, οὖτος καταλλαγάς Θεού πρός ἀνθρώπους ἐποιήσατο, οὖτος ἀπό τοῦ βυθοῦ τῆς κακίας ἡμᾶς ἀνασπάσας, εἰς αὐτήν τῆς ἀρετῆς τήν κορυφήν ἀνήγαγεν, οὖτος τῶν δαιμόνων τήν πλάνην ἔσβεσεβ, οὖτος τήν ἀπάτην καθεῖλε. Διά τοῦτον οὐκέτι καπνός καί κνίσσα καί αἱμάτων ἀλόγων ἔκχυσις, ἀλλά πανταχού λατρεῖαι πνευματικαί, ὕμνοι, καί εὐχαί. Διά τοῦτον δαίμονες δραπετεύουσι, διά τοῦτον ὁ διάβολος φυγαδεύεται, διά τοῦτον ἡ ἀνθρώπινη φύσις πρός τήν ἀγγελικήν πολιτείαν ἁμιλλᾶται, διά τοῦτον παρθενία ἐπί γῆς πολιτεύεται. Ἀφ’ οὗ γάρ ὁ ἐκ παρθένου προῆλθε, τῆς ἀρετῆς τα’της τήν ὁδόν ἐπέγνω ἡ τῶν ἀνθρώπων φύσις. Οὖτος ἡμᾶς ἐν σκότει καθημένους ἐφώτισεν, οὖτος ἡμᾶς ἐκπεπολεμωμένους κατήλλαξεν, οὖτος μακράν ὄντας ἐγγύς εἶναι πεποίηκεν, οὖτος ἀπηλλοτριωμένους ὄντας ἠκείωσεν, οὖτος ξένους γεγονότας, οὐρανοῦ πολίτας κατεσκεύασεν, οὖτος ἠμῖν πολέμων ἀναίρεσις γέγονεν, οὖτος ἡμῖν εἰρήνης ἀσφάλεια κατέστη. Διά τοῦτον οὐκέτι φοβούμεθα τά πεπυρωμένα βέλη του διαβόλου. Τήν γάρ πηγήν τῆς ζωῆς εὕρομεν. Διά τοῦτον οὐκ ἐσμέν ἐν χηρεία. Τόν γάρ νυμφίον ἀπελάβομεν. Διά τοῦτον οὐκέτι δεδοίκαμεν τόν λύκον. Τόν γάρ ποιμένα τόν καλόν ἐπέγνωμεν. «Ἐγώ γάρ εἰμί»,φησίν, «ὁ ποιμήν ὁ καλός». Διά τοῦτον οὐκέτι φρίττομεν τόν τύραννόν. Τῶ γάρ βασιλεῖ προσεδράμομεν.

    ΑΦΗΣΤΕ ΜΙΑ ΑΠΑΝΤΗΣΗ